ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΑΠΟΣΤΟΛΟΝ ΙΟΥΔΑΝ ΙΑΚΩΒΟΥ, ΤΟΝ ΚΑΙ ΘΑΔΔΑΙΟΝ.
ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΑΠΟΣΤΟΛΟΝ ΙΟΥΔΑΝ ΙΑΚΩΒΟΥ, ΤΟΝ ΚΑΙ ΘΑΔΔΑΙΟΝ.
Ἄπειρον ὡςἀληθῶς ὑπάρχει καὶ ἄφατον τὸ τῆς Τρισυποστάτου Θεότητοςἔλεος,τὸ καταξιῶσάνσε,ὦἸούδαΘαδδαῖε,μαθητὴνκαὶ ἀπόστολον τοῦ Κυρίου γενέσθαι, διαπρύσιόν τε τῆς αὐτοῦ Ἀναστάσεως κήρυκα. Φωτισθεὶς γὰρ τῇ πυρφόρῳ αἴγλῃ τοῦ Πνεύματος εἰς τὴνὑπ᾽οὐρανὸνἐπορεύθης τῷτοῦΔεσπότουκελεύσματιὁλοψύχως πειθόμενος. Πορευθέντες γάρ, ἔφησε, τῶν ἐθνῶν τὴν πληθὺν μαθητεύσατε, εἰς τὸ ὄνομα τῆς Ἁγίας Τριάδος βαπτίζοντες, τοὺς δι᾽ὑμῶν τοῖς ἐμοῖς λόγοις πιστεύοντας. Διακονῶν δὲ τὸ μέγατῆςἡμῶνσωτηρίαςμυστήριον, ἔφερες πᾶσανθλῖψιν καὶ στέρησιν,ἀπειλὴνκαὶδιωγμόν,κακουχίανκαὶκίνδυνον,ὀνειδισμόντε καὶ μάστιγα, δι᾽ὧν ἡἀληθὴς κατὰ Θεὸνπολιτείαγνωρίζεται,ἄχρι δὲθανάτουΧριστὸνἠκολούθησας, ὃςκαὶἀποδώσεισοι τῆςδικαιοσύνης τὸν στέφανον ἐν τῇ φρικτῇ ἡμέρᾳ τῆς δευτέρας αὐτοῦ ἐν δόξῃ ἐλεύσεως.Διὸ καὶ ἡμεῖς, οἱπροστάτην σε ἔχοντες,πρὸ τῆς σῆς ἁγίας εἰκόνος ἱστάμενοι, ἐνώπιον δέ σου, ὡς ἀοράτως παρόντος, ἑστάναι νομίζοντες, πόθῳ δεόμεθα· Τῶν παθῶν ἡμῶν τὴν ἀχλὺν διάλυσον τῷ φωτισμῷ τῆς ἐξ ὕψους λαμπρότητος,ἀπέλασονἀφ᾽ ἡμῶν πᾶσαν πλάνην καὶ πονηρὰν τοῦ ἀντιδίκου ἐπήρειαν, ῥῦσαι ἡμᾶςἀπὸ τῆς κακουργίας τῶν πονηρῶν καὶ ἀτόπωνἀνθρώπων, τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν τὰ ἕλκη θεράπευσον, τὸ εὐσεβὲς ἡμῶν γένος ἀπὸ πάσης ἐπιβουλῆς ἐναντίων διαφύλαξον.Δὸς δὲ ἡμῖν τῇθεοδέκτῳ πρεσβείᾳσου πίστιν βεβαίαν καὶἀκαταίσχυντον,ἀγάπην τελείαν, τὴν περιπτυσσομένην καὶ τῶν μισούντων εἰσέτι ἡμᾶς ὡς ἀδελφῶν περιποθήτων τὰ πρόσωπα, ὑπομονὴν ἀγόγγυστον ἐν τοῖς πειρασμοῖς καὶ ταῖς θλίψεσι, δι᾽ ὧν ἡ δεξιὰ τοῦ Ὑψίστου φιλανθρώπως ἡμᾶς παιδεύουσα τὴν κάθαρσιν ἡμῶν ἐκ τοῦ ῥύπου τῆς ἁμαρτίας ἐργάζεται, ἄφεσίν τε τῶν ἀμετρήτων ἡμῶν ἐκ κοιλίας μητρὸς ἄχρι τοῦ νῦν ἐγκλημάτων. Ναί, ὦ Ἰούδα Θαδδαῖε, ταῦτα καὶ πάντα τὰ πρὸς σωτηρίαν ἡμᾶς ἄγοντα οὐρανόθεν πλουσίως τοῖς δούλοις σου δώρησαι, ἵνα σὺν τοῖς ἀγγέλοις καὶ πᾶσι τοῖς ἀπ᾽αἰῶνος ἁγίοις, δοξάζωμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὴν ἄναρχον πάντων ἀρχὴν καὶ αἰτίαν, τὴν μόνην βασιλείανκαὶκυριότητα,νῦνκαὶ εἰς τοὺςαἰῶνας. Ἀμήν.
ΣΎΝΘΕΣΗ: ΙΩΑΝΝΗΣ ΚΑΝΔΡΗΣ
ΑΠΟΔΟΣΗ ΣΤΑ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΑ: ΜΠΕΡΚΟΥΤΑΚΗΣ ΜΙΧΑΗΛ
ΦΙΛΟΛΟΓΙΚΗ ΕΠΙΜΕΛΕΙΑ: ΠΑΥΛΟΣ ΧΑΤΖΗΠΑΠΑΣ
